Ancient Greek
P.Berl.Leihg. 1 24
Documentary Papyri, P.Berl.Leihg. 1 24
Not analysed yet
Πτολεμαῖος ἐπίτροπος Σερήνου ἀντεξηγητοῦ καὶ Πλουτάμμωνος ἀφηλίκων τέκνων Σαραπίωνος Ἠπιοδώρου Ἰσιδώρῳ Νικάνδρου μισθωτῇ χαίρειν. ἀπέχω παρὰ σοῦ τὸν χειμερινὸν φόρον κήπου παραδείσου, οὗ ἔχειςἐν μισθώσει περὶ κώμην Θεαδέλφιαν, ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι πέντε, γίνονται δραχμαὶ ρκε. ἔτους θ Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Τῦβι ιϛ.