Ancient Greek
P.Berl.Leihg. 1 25
Documentary Papyri, P.Berl.Leihg. 1 25
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος τὸ γ Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Φαῶφι κγ. Ὠριγένης καὶ οἱ μέτοχοι σιτολόγοι κώμης Θεαδελφείας μεμετρήμεθα ἀπὸ τῶν γενημάτων τοῦ διεληλυθότος ε ἔτους εἰς Σαβεῖναν θυγατέρα Σαβείνου Πτολεμαίδος Δρυμοῦ ἀμπελίτιδος πυροῦ ἀρτάβην μίαν ἕκτον, κατοίκων ἀρτάβας ὀκτὼ τρίτον δωδέκατον, ἐπιβολῆς ἀρτάβης ἥμισυ τέταρτον· γίνονται τοῦ συμβόλου πυροῦ μέτρῳ δημοσίῳ ξυστῷ ἐπαιτον ἀρτάβας δέκα τρίτον· γίνονται πυροῦ ι γ, καὶ τὰ προσμετρούμενα καὶ τὸ διάφορον.