Ancient Greek
P.Berl.Leihg. 2 27
Documentary Papyri, P.Berl.Leihg. 2 27
Not analysed yet
παρὰ Μυσθαρίωνος Ἡρακλείδου καὶ Πνεφερῶτος Σαταβοῦτος καὶ Μύσθου Ἀλεξίωνος καὶ Χαιρήμονος Εὐδαίμονος καὶ Χαιρᾶτος Ἀπολλωνίου καὶ Ζωίλου Ἀπίωνος καὶ Ἁρπάλου Διδύμου καὶ Μάρκου Σαραπίωνος καὶ Ἥρωνος Πτολλᾶ καὶ Πετερμούθεως Χάρητος καὶ Ἁρπάλου Μύσθου· οἱ ια πρεσβύτεροι πεδίου κώμης Θεαδελφείας Ἥρωνι καὶ μετόχοις σιτολόγοις τῆς αὐτῆς κώμης χαίρειν. ἔχομεν παρʼ ὑμῶν ἄλλας μεθʼ ἃς προεπεστάλκατε ἡμῖν πρὸ χρηματισμοῦ εἰς δάνεια σπέρματα τῆς τοῦ ἐνεστῶτος η ἔτους Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων κατασπορᾶς ἀπὸ γενήματος τοῦ διεληλυθότος ζ ἔτους ἄλλας ἐπὶ λόγου πυροῦ ἀρτάβας ἑξακοσίας καὶ κριθῆς ἀρτάβας τριάκοντα, ἃς καὶ ὑπολογήσομεν ἁπάσας ἐκ τῶν ἐπιστελλομένων· τὸ δὲ κατʼ ἄνδρα τῶν ἀναδιδουμένων λήψεσθαι ὑπὸ τοῦ ὑφʼ ἡμῶν ὑποσυσταθέντος, ὡς ὑμεῖς ἐφεῖτε, Πανεσνέως Ὥρου. Μυσθαρίων Ἡρακλείδου συνεθέμην. Χαιρήμων Εὐδαίμονος συνεθέμην. Πνεφρῶς ἐτῶν λη ἄσημος. Χαιρᾶς ἐτῶν λε οὐλὴ ὀφρύι ἀριστερᾷ. Ζωίλος ἐτῶν μ οὐλὴ μήλῳ ἀριστερῷ. Ἅρπαλος ἐτῶν λβ οὐλὴ χειρὶ ἀριστερᾷ. Μάρκος ἐτῶν λ οὐλὴ ἀντικνημίῳ δεξιῷ. Ἥρων ἐτῶν μ οὐλὴ γόνατι δεξιῷ. Πετερμοῦθις ἐτῶν λ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς οἱ ἑπτὰ διʼ Ἀφροδνομικοῦ φάμενοι μὴ εἰδέναι γράμματα. ἔτους η Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Μεγίστων Ἁδριανοῦ κβ.