Ancient Greek
P.Berl.Leihg. 2 28
Documentary Papyri, P.Berl.Leihg. 2 28
Not analysed yet
ρνε τῆς γραφείσης ἐπιστολῆς τῷ τῆς μερίδος στρατηγῷ πρὸς κεφάλαια μεταγραφέντα περὶ μετρημάτων διαφερόντων παρʼ αὐτῷ ὑπὲρ τῆς ἐμβολῆς καὶ παρὰ τῷ βασιλικῷ γραμματεῖ ἡνίκα διεδέχετο τὰ κατὰ τὴν στρατηγίαν ἀντίγραφον ὑπέταξα σοί, ἵνʼ εἰδῇς. εὖ οὖν ποιήσεις ἐμοὶ οἰκονομῶν ταῦτα τὰ κεφάλαια καὶ προστιθέμενος εἰς τὰ ἀπὸ χειρισμοῦ τοῦδε τοῦ νομοῦ ἐμοί τε δηλώσας. …ἐρρῶσθαί σε εὔχομαι. ἔτους …Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου. …Γάιος Καλουίσιος Στατιανὸς ἔπαρχος Αἰγύπτου Εὐδαίμονι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος τῷ φιλτάτῳ …πλεῖστα χαίρειν. …ῆσθαι …ὑπὸ σοῦ …ἐάν σοι ἀβαρὲς ᾖ …φων …πιων ρνϛ ἵνʼ εἰδῇς, φίλτατε, γράφω σοι δίδοσθαι ὑπὲρ φορέτρου τῆς εἰς τὰ πλοῖα ἐμβολῆς ἐπὶ τοῦ προκειμένου θησαυροῦ τῶν ρ ἀρταβῶν ἡμιαρτάβια β, ρ ἀρταβῶν α, ὑπολογουμένων ρ ἀρταβῶν ϛ 𐅵. ὅσον διαφέρει πρὸς τὸ παρὰ σοὶ διδόμενον καλῶς ποιήσεις τοῦτο ὑπολογήσας καὶ προσθέμενος εἰς τὰ ἀπὸ χειρισμοῦ τοῦδε τοῦ νομοῦ ἐμοί τε δηλώσας. ἐρρῶσθαί σε εὔχομαι ἔτους θ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. Μεσορὴ ια ἕως τούτου τὰ γραφέντα. οἷς ἀκολούθως αἱ ἐν λόγῳ τοῦ χειρισμοῦ λογισθεῖσαι ἐνθάδε ἐν μεταβολῇ ἀναφερόμεναι πυροῦ ἀρτάβαι μ ζυγ γίνονται μεταβολῶν πυροῦ ἀρτάβαι ξε 𐅵ζυγ καὶ κουφιζόμεναι ἐπὶ τῇ παραδοχῇ πυροῦ …