Ancient Greek
P.Berl.Möller 10 Vo
Documentary Papyri, P.Berl.Möller 10v
Not analysed yet
Ἡρακλείδης Πάππωι τῶι τιμιωτάτωι χαίρειν. τὸ γράφειν σοι εἰδότι μᾶλλον ἐμοῦ ἑκάστου ἔργου τὸν καιρὸν περιττὸν ἡγοῦμαι. πλὴν ἵνα μὴ δοκοίην ἀμελεῖν, γράφω σοι, ὅτι καιρὸν ἐχόντων τῶν κτημάτων καὶ ὀφειλόντων ἤδη καὶ κατεστάλθαι ἤδη γὰρ καὶ πρὸς τὸ ἀναλημφθῆναί ἐστιν οὐδὲν οὔπω τούτων ἐποιήσαμεν πρὸς τῷ καὶ πλείστας βοτάνας ἄνωθεν αὐτῶν πεποιηκότων διὰ τὸ μὴ κατεστάλθαι αὐτὰ καὶ πεπλ…