Ancient Greek
P.Berl.Möller 11
Documentary Papyri, P.Berl.Möller 11
Not analysed yet
……π… αὐτῶι τὸ ἀργύριον τῶν …ων καὶ ὁ ἐν τῆι παρεμβολῆι χωλὸς δούς σοι τὰς τρεῖς λεκτίκας κράζει λέγων οὐδὲν ἄλλο τι ἢ ἐνιαύσιος χρόνος, ἀφʼ οὗ ἔλαβες… καὶ οὐκ ἔπεμψας αὐτῶι τὸ ἀργύριον. ὡσαύτως δὲ ὁ Λάμαθις διαβάλλει σε λέγων, ὅτι αἰτίαν ἐπάγεις νέαν ,ὅτι οὐκ ἤθελες αὐτῶι μέτοχος εἶναι. οὐ καλῶς ποιήσεις πρὸς τῶι τοῦ Ἀμύντα ἀργύριον …ολ…δοτω…ν πάντα τὰ αὐτοῦ λα…ελι… Σαραπᾶς καὶ ὁ ἀδελφός σου εἰς Κόπτον κεχώρισται. τὸ δὲ ἀργύριον θὲς Νεμβένωι. κεῖται ὥς ποτε ἐσφραγισμένον, ἕως μοι σημάνῃς, ποῦ θέλεις αὐτὸ χωρῆσαι. ἐπισκοποῦνταί σε οἱ ἐν οἴκωι πάντες καὶ χαίρω ὁ γράψας τὴν ἐπιστολήν. ἔτους θ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεχεὶρ ε.