Ancient Greek
P.Berl.Möller 12
Documentary Papyri, P.Berl.Möller 12
Not analysed yet
Εὐδαίνων Χεμπολεῖτι τῆι κυρίαι μητρὶ χαίρειν. ἔγραψα τῆι ἀδελφῆι μου, ἵνα σοι ποιήσῃ ἐν πρώτοις μετρηθῆναι τὰ μετρημάτια. ἐὰν δὲ ἦν σοι ἀβαρές, πρότρεψαι Κάστορα τὸν ἀδελφόν, ἐὰν μέλλῃ ἐλθεῖν, ἐμβαλέσθαι τοὺς ἡμετέρους ἐρρῶσθαί σε εὔχομαι, κυρία μῆτερ τιμιωτάτη, μετὰ τῶν σῶν πάντων. ἀσπάζονταί σε τὰ παιδία. …μητρί.