Ancient Greek
P.Berl.Zill. 2
Documentary Papyri, P.Berl.Zill. 2
Not analysed yet
…Διονυ… τῆι ιε τοῦ …προενήνεκται Τήρης τῶν φίλων καὶ στρατηγὸς κωλύεσθαι τὰ κατὰ τὴν οἰκοδομίαν τοῦ κτιζομένου φρουρίου ἐπὶ τοῦ καθʼ Ἡρακλέους πόλιν ὅρμου ἕνεκα τοῦ σε μὴ οἴεσθαι ὑπομένειν τὰ ἀπὸ τῆς τιμῆς τῶν πεπραμένων ἐν αὐτῶι ψιλῶν τόπων χρήματα, ἃ προστέτακται, καταχρῆσθαι εἰς τὴν δηλουμένην χρείαν κατὰ τὸν ὑποκείμενον χρηματισμόν. φρόντισον δὲ ὅπως τά τε ἀπὸ τούτων εἰσαχθησόμενα χρήματα καὶ τὰ ἀπὸ τῶν λογευομένων ἔν τε τῆι μητροπόλει καὶ ταῖς ἄλλαις κώμαις διδῶται εἰς τὸ αὐτὸ εἶδος καθʼ ὅ τι ἂν ἐπιστέλλῃ Πρώταρχος ὁ ἀρχιτέκτων συνειλκυσμένων δὲ τοῖς ἀπʼ ἀρχῆς ὠικονομημένοις δι’ Ὥρου τοῦ πρεσβυτέρου τοῦ γενομένου τοπογραμματέως καὶ Ὥρου τοῦ νυνὶ καθεσταμένου πρὸς τῆι αὐτῆι χρείαι, τῶν κριθέντων ὑπὸ Πτολεμαίου τοῦ στρατηγήσαντος καὶ Διονυσίου τοῦ βασιλικοῦ γραμματέως ταγῆναι πρὸς τῶι χειρισμῶι ἐὰν μή τινα ἕτερον προχειρίσηται Διονύσιος ὁ βασιλικὸς γραμματεύς. ἵνα δὲ μηθὲν ἐν τούτοις ἀγνοηθῆι μελησάτω σοι μὴ παρέργως.