Ancient Greek
P.Berl.Zill. 3
Documentary Papyri, P.Berl.Zill. 3
Not analysed yet
Μινίκιος Σάνκτος στρατηγοῖς Θηβαίδος καὶ Ἑπτὰ νομῶν καὶ Ἀρσινοίτου χαίρειν. ἔγγιστα ἐπέστειλα ὑμῖν, ἵνα ὅσα ἐστὶν ἐν ἀπράτοις γενηματογραφούμενα προκηρύσσητε κατὰ τὸ ἔτος καὶ φροντίζητε τῆς διοικήσεως αὐτῶν. ἐπεὶ δὲ διαλογιζόμενος τοὺς νομοὺς ἔμαθον καὶ ἕτερά τινα γενηματογραφεῖσθαι κρατούμενα ἕνεκεν ὀφειλημάτων καί τινων ἐν τοῖς μεθʼ ἀπράταις προσόδοις τάσσεσθαι εὐλόγως ὑπέλαβον ἐπιστεῖλαι ὑμῖν, ἵνα πᾶσιν φανερὸν ποιήσητε, ὅτι ἐὰν ἐντὸς μηνῶν ἓξμὴ ἀποδοθῇ τὸ ὀφειλόμενον τῷ φίσκῳ, πραθήσεται τὰ γενηματογραφούμενα ὃν καὶ τρόπον …ιδικα… τῶν γενηματογραφουμένων …ραστ… …α…