Ancient Greek
P.Berl.Zill. 5
Documentary Papyri, P.Berl.Zill. 5
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Θεοδοσίου τοῦ αἰωνίου Αὐγούστου τὸ ζ καὶ Φλαυίου Παλλαδίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου τῆς Ἰταλίας Παῦνι κα. κληρονόμοις Σερήνου γενομένου σχολαστικοῦ τάξεως ἡγεμονίας Θηβαίδος παρὰ Αὐρηλίας Εἰρήνης Σερήνου μητρὸς Θατρῆτος ἀπὸ Ἑρμουπόλεως τῆς λαμπροτάτης. βούλομαι ἑκουσίως καὶ αὐθαιρέτως μισθώσασθαι παρ’ ὑμῶν ἐφʼ ὃν βούλεσθε χρόνον, λογιζόμενον ἀπὸ τοῦ ἑξῆς μηνὸς Ἐπεὶφ τῆς εὐτυχοῦς ἀρχῇ πρώτης νέας ἰνδικτίωνος, ἀπὸ τοῦ ὑπάρχοντος ὑμῖν καὶ αἱροῦντος μέρους ὁλοκλήρου οἰκίας τόπους δύο ἐν τῇ ἀνωτέρᾳ στέγῃ ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου, πρὸς οἴκησιν καὶ χρῆσιν Λυκαρίου στρατιώτου νουμέρου Μαύρων τῆς αὐτῆς πόλεως, ἐνοικίου κατʼ ἔτος ἀργυρίου ταλάντων μυρίων καὶ χιλίων, ὅπερ ἐνοίκιον ἀποδώσω ὑμῖν πρὸς λῆξιν ἑκάστου ἔτους ἀνυπερθέτως. καὶ ὁπόταν βουληθῆτε ἔχειν, παραδώσω ὑμῖν τοὺς αὐτοὺς τόπους δύο σὺν ταῖς ἐφεστώσαις θύραις δυσὶ ὡς παρείληφα, ἐν μηδενὶ καταβλάψασα. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Εἰρήνη Σερήνου ἡ προειρημένη μεμίσθωμαι ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης καὶ διʼ ἐμοῦ ἐγράφη. μίσθωσις Εἰρήνης Σερήνου ἀπὸ Ἑρμοῦ πόλεως