Ancient Greek
P.Bingen 106
Documentary Papyri, P.Bingen 106
Not analysed yet
Ἰούλιος Μέλας κουράτωρ ἐξ ἀριθμοῦ σινγουλαρίων Διοσκόρῳ ἐνάρχῳ ἐξηγητῇ καὶ Σουχάμμωνι …καὶ Ἰουλίῳ ἀγορανομήσαντι καὶ Εὐπόρῳ ἀποδεδειγμένῳ γυμνασιάρχῳ τῆς Ἀρσινοϊτῶν πόλεως χαίρειν. μεμέτρημαι παρʼ ὑμῶν κριθῆς ὑπὲρ ὀκτωκαιδεκάτης καὶ ἐννεακαιδεκάτης τοῦ Φαμενὼθ μηνὸς ἀρτάβας τεσσεράκοντα πέντε ἐκ δραχμῶν πέντε ,ἃς ἐπὶ τὸ αὐτὸ δραχμὰς διακοσίας εἴκοσι πέντε μετεβαλόμην ὑμῖν. ἔτους ιζ Φαμενὼθ …Ἰούλιος Μέλας σεσημείωμαι.