Ancient Greek
P.Bingen 107
Documentary Papyri, P.Bingen 107
Not analysed yet
Αὐρηλία τις Θερμουθάριον ἡ καὶ Ἡραΐς Ἀντινοΐς· φανερόν μοι ἐγένετο χωρὶς προκρίματος τῶν προσόντων μοι ἐκ τῶν νόμων πάντων δικαίων διὰ τὸ ἐκ παραλογισμοῦ προσεληλυθέναι τὴν Διεῦν τὴν καὶ Σαραπιάδα τῇ ἡγεμονίᾳ οὐ παραθεμένην ὡς εἴην ἐξ ἀναπομπῆς τοῦ μεγέθους αὐτοῦ προσεληλυθυῖα τῷ κρατίστῳ Δομιτίῳ Ἀλεξάνδρῳ διέποντι τὴν ἐπιστρατηγίαν ὑφʼ οὗ καὶ ἀπόφασις ἐξηνέχθη κατὰ τὰς θείας διατάξεις. ἔτους α Παχὼν …. Αὐρήλιος Σερῆνος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης.