Ancient Greek
P.Bingen 45
Documentary Papyri, P.Bingen 45
Not analysed yet
ἔλαβον ἔτους ιθ δ Μεχεὶρ κϛ …ωι συνκεχωρήκαμεν Ποπλίωι Κανιδίωι καὶ τοῖς τούτου κληρονόμοις κατʼ ἐνιαυτὸν ἐξάγειν πυροῦ ἀρτάβας μυρίας καὶ εἰσάγειν οἴνου κεράμια Κῷα πεντακισχίλια μηδὲν ὑπὸ μηδενὸς πρασσομένωι τέλος μηδʼ ἄλλην καθόλου δαπάνην· ἐπικεχωρήκαμεν δὲ καὶ ὧν ἔχει κατὰ τὴν χώραν ἐδαφῶν πάντων ἀτέλειαν ἐφ' ᾡ· οὐδὲν οὔτε εἰς τὴν διοίκησιν οὔτε εἰς τὸν ἴδιον ἡμῶν καθ’ ὅλων λόγον καθʼ ὁντινοῦν τρόπον πραχθήσεται ἐπὶ τὸν ἀεὶ χρόνον· εἶναι δὲ καὶ τοὺς γεωργοῦντας αὐτῶι πάντας ἀνεπάφους καὶ ἀτελεῖς μηδὲν ὑπὸ μηδενὸς πρασσομένους μηδʼ ἐν ταῖς κατὰ καιρὸν γινομέναις ἐπιγραφαῖς ἐν τοῖς νομοῖς συνεισφόρους μηδὲ λαϊκὰς ἢ στρατηγικὰς πρασσομένους δαπάνας· τά τε πρὸς τὴν κατασπορὰν κτήνη καὶ τὰ πρὸς τὴν τῶν πυρῶν καταγωγὴν ὑποζύγια καὶ πλοῖα κατὰ τὸν αὐτὸν τρόπον ἀνέπαφα καὶ ἀτελῆ καὶ ἀνεγγάρευτα εἶναι· γραφήτω οὖν οἷς καθήκει, ἵνʼ εἰδότες κατακολουθῶσι· γινέσθωι