Ancient Greek
P.Bingen 46
Documentary Papyri, P.Bingen 46
Not analysed yet
Δημήτριος Διονυσίου τῶν κατοίκων ἱππέων τοῖς παρὰ Πανίσκου τοῦ συγγενοῦς καὶ ἐπὶ τῶν προσόδων· ὀμώμοκα τὸν προγεγραμμένον βασιλικὸν ὅρκον εἶ μὴν κατασπερεῖν εἰς τὸν σπόρον τοῦ τριακοστοῦ ἔτους τοὺς ὑπάρχοντάς μοι περὶ Φῦς κατοικικοὺς κλήρους ἢ τῆς γῆς ἀμελεθησομένης ἐκ τοῦ ἰδίου τὰ καθήκοντα μετρήσειν …ἀνυπόλογον παντὸς ὑπολόγου εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τὰ ἐναντία· ἔτους λ Φαῶφι ιδ