Ancient Greek
P.Bon. 24 a
Documentary Papyri, P.Bon. 24a
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ξανθικοῦ ἑκκαιδεκάτῃ Μεχεὶρ ιϛ ἐν Τεβτῦνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Τεφορσάϊς Παΰσιος τοῦ Παπνεβτύνιως, ὡς ἐτῶν πεντήκοντα ,φακὸς παρὰ μῆλον ἀριστερόν, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου τοῦ Ἀκουσιλάου, ὡς ἐτῶν πεντήκοντα ἑπτὰ ,ἀσήμου, Ἄλυτη Βελλίους τοῦ Ὀρσείους, ὡς ἐτῶν πεντήκοντα ὀκτώ ,μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Βελλείους ἀπάτορος, ὡς ἐτῶν εἴκοσι …,οὐλὴ ὀφρύι ἀριστερᾷ, πεπρακέναι αὐτὴ Ἄλυτι κατὰ τήνδε τὴν ὁμολογίαν, ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον, τὸν ὑπάρχοντα αὐτῇ Τηφορσάητι, ἐν τῇ προγεγραμμένῃ κώμῃ Τεβτύνι, κληρονομίαν τοῦ τετελευτηκότος αὐτῆς ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Ἐπιμάχου, ἀτέκνου καὶ ἀδιαθέτου τετελευτηκότος, καὶ αὐτοῦ Ἐπιμάχου ἀγοραστὸν διὰ τοῦ ἐνταῦθα γραφείου τῷ δευτέρῳ ἔτει θεοῦ Νέρουα μηνὶ Φαμενὼθ ἐνάτῃ παρὰ Πετεσούχου τοῦ Παΰσιος τοῦ Παΰσιος, τόπον ἐργαστήριον ἐριοραβδιστικόν, ὅσων ποτʼ ἔστιν μέτρων καὶ πηχισμῶν, ἐπὶ τοῖς συνεστῶσι αὐτοῦ θεμελίοις καὶ τείχεσι καὶ διαθέσει καὶ τοῖς συγκυροῦσι πᾶσι, γείτονες τοῦ προειρημένου ἐργαστηρίου, καθὼς ἐξ συμφώνου ὑπηγόρευσαν πάντες οἱ προγεγραμμένοι· νότου πρότερον Προκτηρος Πε… οἰκόπεδα, βορρᾶ Συλ…σι, λιβὸς τῆς Εριαλ…ς Ἄλυτος π…ικ…οικ… ἀπηλιώτου πρότερον τοῦ προγεγραμμένου Προκτηρος …νυνὶ δὲ τέκνων Μυς… τοῦ Φ…ωπ…ικαι…, καὶ ἀπέχειν τὴν ἀποδομένην Τεφορσάϊτα παρὰ τῆς πριαμένης τὴν συμπεφωνημένην τοῦ πεπραμένου ἐργαστηρίου ἐριοραβδιστικοῦ τιμὴν πᾶσαν ἐκ πλήρους ἀργυρίου …ως… παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου, καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Τεφορσάϊτα καὶ τοὺς παρʼ αὐτῆς Ἄλυτι καὶ τοῖς παρʼ αὐτῆς …ὡς πρόκειται πάσῃ βεβαιώσει …οσο…απο… μέχρι τη… …αποι…ιν… χρόνον …τα Ἄλυτ… …ντα… καὶ ελε…κ…ετα… καὶ τὰ εξ…συ… …ουν…ρων…ε…κλ… …ε…α…στ… …τη…νυ…βλ…η καὶ ……καλο…σιο…διομ… …ς…υσι…η… …δε… …ον…ιν… …και… …ας…