Ancient Greek
P.Bon. 24 b
Documentary Papyri, P.Bon. 24b
Not analysed yet
Ἀπολλώνιος σεσημείωμαι ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιϛ Δείῳ καὶ Ἡρακλείδῃ καὶ Ὠριγένῃ καὶ Πτολεμαίῳ γεγυμνασιαρχηκόσι δοθεῖσι εἰς κληρονόμων βιβλιοθήκην ἐνκτήσεων Ἀρσινοίτου. παρὰ Ἄλυτος τῆς Βελλείους τοῦ Ὀρσείους ἀπὸ κώμης Τεβτύνεως μετὰ κυρίου τοῦ υἱοῦ Βελλείους ἀπάτορος. χωρὶς ὧν ἀπεγραψάμην τῇ προθεσμίᾳ προσαπογράφομαι καὶ ὃν ἠγόρασα τῇ ἐνεστώσῃ ἡμέρᾳ παρὰ Τεφορσάϊτος τῆς Παΰσιος τοῦ Παπνεβτύνιος ἀπὸ κώμης Τεβτύνεως, μετὰ κυρίου τοῦ ἀνδρὸς Ἡρακλείδου τοῦ Ἀκουσιλάου, ἀπογεγραμμένον τῇ ἐνεστώσῃ ἡμέρᾳ ἀδελφικὸν ἑαυτῆς …ἀπὸ τῆς κώμης ἀπογεγραμμένον διὰ τῶν προτέρων καὶ κατʼ ἄγνοιαν μὴ διεστρωμένον, ἐν κώμῃ Τεβτύνι τόπον ἐργαστήριον ἐριοραβδιστικὸν καθαρὸν ἀπὸ ὀφειλῆς καὶ διενγυήματος, τιμῆς ἀργυρίου δραχμῶν διακοσίων …διὰ τῇ προ…