Ancient Greek
P.Brem. 12
Documentary Papyri, P.Brem. 12
Not analysed yet
Ἑρμαῖος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. λογισάμενος κάλλιστον εἶναι πρὸς τὴν ἐξέτασιν τῶν σημανθέντων ἐνπεριειλῆφθαι σχοινισμοῖς ὑπολόγου δημοσίων καὶ ἰδιωτικῶν ἐδαφῶν τοπικοὺς εὐσχήμονας συνπαραληφθῆναι εἰς τὸ μὴ διαπλανηθῆναι τοὺς ὁριοδείκτας ἐν ὅσοις …κτητόρων τῆς ἰδιωτικῆς γῆς, τὰ ὀνόματα ἐκγραψάμενος διεπεμψάμην σοι, κύριε, ἵνʼ, ἐὰν δόξῃ, κελεύσῃς μεταδοθῆναι καὶ εὐθέως πρὸς ἐμὲ γενέσθαι τὰ πρόσωπα μετὰ καὶ τοῦ τῆς μητροπόλεως γραμματέως. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Ἀπολλωνίωι στρατηγῶι