Ancient Greek
P.Brem. 13
Documentary Papyri, P.Brem. 13
Not analysed yet
Ἑρμαῖος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. Πετεμενεκῦσιν τὸν ὁριοδείκτην φασὶν ἀναβεβηκέναι πρὸς σὲ καὶ καθήμεθα ἀργοὶ αὐτὸν ἐκδεχόμενοι ἐν ἀναμετρήσει κοίτης ἀρουρῶν ια καὶ πρὸς ὁμορούσης ὑπολόγωι τῆς μητροπόλεως. ζητεῖται ἐπίσκεψις ὑπολόγου ιε ἔτους καὶ ιζ ἔτους μητροπόλεως καὶ ὁ ταύτης γραμματεὺς καὶ ὁ ὁριοδείκτης. ἐὰν δόξῃ σοι οὖν, κύριε, εὐθέως αὐτοὺς πέμψον πρὸς ἡμᾶς ἐν ἀγρῷ καθημένους. θεῶν δὲ θελόντων αὔριόν σε ἀσπασόμεθα. ἐρρωσθαί σε εὔχομαι, κύριέ μου. Ἀπολλωνίωι στρατηγῶι