Ancient Greek
P.Brem. 14
Documentary Papyri, P.Brem. 14
Not analysed yet
Ἑρμαῖος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. οὐκ ἐγένετο χρεία ἀναλήψεως διώρυγος· τῆς τύχης σου συνπνεούσης πάντα λελίμνασται. ὁ ἀπό σοῦ φύλαξ εὗρέ με ἐπὶ τῆς καινῆς ἀφέσεως ἐκζητοῦντα ἐργάτας εἰς ἐπένχωσιν. ἐπεὶ μὴ ὕψωται τῆι οἰκοδομῇ ἡ ἄφεσις καὶ νῦν οἱ συσχεθέντες ὑπʼ ἐμοῦ εἰς τοῦτο ἐργάται οὐκ εἶχον σκαφεῖα ἢ σφυρίδας, ἔπεμψα πρὸς εἰρηνοφύλακα Πώεως, ᾧι φησιν ἀνήκειν πέμψαι ἐργάτας ν, εἴκοσι μὲν εἰς τὴν τοῦ χοὸς ἄρσιν, λ δὲ εἰς τήρησιν. εἰς Τερῦθιν καθεύδω, ἵνα μετὰ τῶν γεωργῶν τὰς νήσους ὄρθρου καταμάθω, ἐπεὶ μὴ ἔφθην. τὸ δεῖγμα Πώεως Τερύθεως αἴρω ἔχων μετʼ ἐμοῦ τὸν κατάγοντα. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου Ἑπτακωμίας