Ancient Greek
P.Brem. 19
Documentary Papyri, P.Brem. 19
Not analysed yet
χαίροις, κύριέ μου Ἀπολλώνιε. περὶ οὗ σε παρεκάλεσα κατʼ ὄψιν, τιμιώτατε, καὶ ἐκ τύχης Ἁρποκρατίωνος ἐλθόντος πρὸς Δεῖον, συνέβαλον αὐτῷ καὶ ὑπερεθέμεθα εἰς τὴν σὴν διάγνωσιν, ἵνα, ὃ ἐπιδικαιώσῃς, τοῦτο γένηται. τὸ μὲν φανέν σοι, κύριε, δηλώσεις μοι. ἐρρῶσθαί σε εὔχομαι, Ἀπολλώνιε τιμιώτατε. Ἀπολλωνίωι στρατηγῶι Ἑπτακωμίας