Ancient Greek
P.Brem. 20
Documentary Papyri, P.Brem. 20
Not analysed yet
Ἀπολλώνιος Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. γενόμενος ἐν Λύκων πόλει τῆι β καὶ λαβών σου τὰ ἐπιστόλια ἥσθην, ἄδελφε, ἐπὶ τῶι σε ἐρρῶσθαι μετὰ τῶν σῶν, τοῦτο γάρ μοι διʼ εὐχῆς ἐστιν. Πλουτίωνα παρεπιδημοῦντα οὐχ εὗρον, λέγεται δὲ τὸ ἐντόλιόν σου ἀπηρτικέναι. τοῦτο οὖν εὐθέως, ἐὰν παραγένηται, ἀναπεμφθήσεταί σοι. περὶ δὲ τοῦ μὴ παραγεγενῆσθαι με πρὸς σὲ παρακαλῶ συνγνῶναί μοι, τὰ γὰρ μετέωρα παρακατέσχέ με. μεθʼ ἡμέρας δὲ ὀλίγας, ἐὰν οἱ θεοὶ σώζωσι, παρέσομαι πρὸς σέ. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου Ἀπολλώνιε, μετὰ τῶν ἀβασκάντων σου παιδίων. ἔρρωσο. Ἀπολλωνίωι στρατηγῷ Ἀπολλωνοπολίτου ἑπτακωμίας.