Ancient Greek
P.Brem. 22
Documentary Papyri, P.Brem. 22
Not analysed yet
……εν… ἐκ δραχμῶν τριάκοντα δύο. ἐγὼ δὲ ἐξουσίαν ἔχων τοῦ ἀνθρώπου περιεποίησα ἐκ δραχμῶν τριάκοντα. πέμψον οὖν ὅτε θέλεις τὸν παραλαμβάνοντα. εἰ δέ σοι καὶ μικροκεραμίων χρεία ἐστίν, δήλωσόν μοι καὶ πόσων. πιπράσκεται δὲ τὸ ἓν ἐκ δραχμῶν ἑπτά. περὶ ὧν ἄλλων θέλεις, γράφε μοι ὡς ἥδιστα ποιήσοντι. ἔρρωσο ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατε ἄδελφε Ἀπολλώνιε. Ἀπολλωνίωι στρατηγῶι ἀπὸ Δημητρίου φίλου