Ancient Greek
P.Brem. 21
Documentary Papyri, P.Brem. 21
Not analysed yet
Γερμανὸς Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. ἔπεμψά σοι διὰ Ἀπολλωνίου τοῦ μικροῦ ἀργυρίου δραχμὰς εἴκοσι μεθʼ ἃς ἔδωκά σοι ἐν Λύκων πόλει δραχμὰς ἑκατόν. καλῶς οὖν ποιήσεις, ἄδελφε, πέμψας μοι διʼ αὐτοῦ ἢ διʼ οὗ ἐὰν θέλῃς ακουχους δέκα πέντε. καὶ σὲ δὲ προτρέπομαι ἐπιτρέπειν μοι περὶ ὧν βούλει ὡς ἥδιστα ποιήσοντι. ἐρρῶσθαί σε εὔχομαι, τιμιώτατέ μοι ἄδελφε. ἔρρωσο. Ἁθὺρ ιβ Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου παρὰ Γερμανοῦ