Ancient Greek
P.Brem. 36
Documentary Papyri, P.Brem. 36
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Πάφιτος Ὁνήους καὶ ἀδελφῶν τῶν ἀπὸ κώμης Τερύθεως. περὶ τὴν προκειμένην κώμην ἀναγράφονται ἐπʼ ὀνόματος τοῦ πατρὸς ἡμῶν Ὁνήους βασιλικῆς γῆς ἀνὰ γ ιβ ἄρουραι γ 𐅵,ἄλλαι ὁμοίως ἄρουρα α 𐅵,καὶ ἀνὰ β 𐅵η λβ ξδ, ἀνὰ ε ιβ ιϛ, ἀνὰ δ ιβ ἄρουρα α, γίνονται ἄρουραι ϛ 𐅵η ιϛ λβ ξδ. ἐπεὶ οὖν αὗται οὐ βαστάζουσι τοσοῦτο τέλεσμα, βαροῦμαι δὲ τῶι ἐκφορίωι, ὅθεν ὑπέχομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ εὐεργετικωτάτου κυρίου τῆς οἰκουμένης Ἁδριανοῦ Καίσαρος ἀνὰ πυροῦ ἀρτάβην α κδ ἑκάστης ἀρούρης γεωργήσειν, παραδεχομένης μοι τῆς ἐν ἀβρόχῳ καὶ τῆς ἡμισείας τῆς ἐπηντλημένης κατὰ τὸ ἔθος, ἵνʼ ᾦ εὐεργετημένος. διευτύχει. ἔτους β Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι β.