Ancient Greek
P.Brem. 37
Documentary Papyri, P.Brem. 37
Not analysed yet
Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Παχομψάιτος Παρε… καὶ …ύνιος …ριος καὶ Φαήσιος Ὀρσενούφιος καὶ Ψενταζβῆτος Ψενταζβῆτος καὶ Ψενταζβῆτος ἀδελφοῦ γεωργῶν Νήσου πρὸς κώμῃ Πτήνει. ἐξ ἐπιστολῆς Φλαυίου Φιλοξένου τοῦ κρατίστου ἐπιστρατήγου διὰ ὑπηρέτου παρήνγειλας ἡμῖν καταντῆσαι κράτιστον ἡγεμόνα εἰς τὴν Μέμφιν ἢ ὅπου ἂν ᾗ χάριν τοῦ ἀνῃρημένου δεκαδάρχου πρὸς ὅρμωι Τερύθει τοῦ Ἀνταιοπολίτου. ἐπεὶ οὖν τῶι ἐνεστῶτι ἔτει γενομένης ἐνλιπούσης τῆς ἀναβάσεως, ὡς ἥρμοζέ σου τῇ πρὸς τὰ κυριακὰ πράγματα ἐπιμελείᾳ, ἐπηνάγκασας ἡμᾶς πλείστην ἄβροχον ἐπαντλῆσαι, ἀναγκαίως διὰ τὴν ἀντισέβειαν, ἵνα μὴ ἐπηρεασθῶμεν, μετεμισθώσαμεν τὴν προσπαρακειμένην ἄβροχον τοῖς Ἀνταιοπολιτικοῖς ἐδάφεσι γεωργοῖς ἀπὸ κώμης Πτήνεως τοῦ Ἀνταιοπολίτου. ἀξιοῦμεν καὶ περὶ τούτων γράψαι τῶι τοῦ Ἀνταιοπολίτου στρατηγῶι Χαιρήμονι, ἵνα ἀκολούθως τῇ γραφείσῃ ἐπιστολῇ καὶ αὐτοὶ τοῖς ἀπὸ τῆς Τερύθεως συνκατενεχθῶσι ἐπὶ τὸν κράτιστον ἡγεμόνα, ἐφʼ οὗ ἐπιδείξομεν μηδὲν τοιοῦτο ἡμῖν ἡμαρτημένον. εἰσὶ δὲ διὰ μὲν μιᾶς μισθώσεως Ψενθεμεὺς Πετοσίριος καὶ Ὀρσενοῦφις Οὐφιέως καὶ Κεφαλᾶς Ὥρου καὶ Ἀντᾶς Πααανούφιος, καὶ διʼ ἑτέρας Φατρῆς Ψεννήσιος εἰρηνοφύλαξ Πτήνεως καὶ Πετοσῖρις Ψενοσίριος καὶ Αρ…της Πατομτοῦτος καὶ Ψᾶις Ψάιτος ἀπὸ τῆς αὐτῆς Πτήνεως, καὶ διʼ ἄλλης Ψενοσῖρις Τιθοέους γενόμενος εἰρηνοφύλαξ τῆς αὐτῆς Πτήνεως καὶ Ὧρος Πανίσκου καὶ Σοῦλις Ψάιτος ἀρχιφύλαξ τῆς αὐτῆς Πτήνεως καὶ διʼ ἄλλης Πατομτῶς Πατετήφιος ἀπὸ τῆς αὐτῆς, γίνονται ὀνόματα ιβ