Ancient Greek
P.Brem. 38
Documentary Papyri, P.Brem. 38
Not analysed yet
……ν προσελθόντα …ως ἐπιτεθε… με …ικ…τᾳ τῶι φίλῳ μου καὶ ἐργολαβήσαντά με τὰς προκειμένας καὶ …ειπωι αὐτῶι περὶ αὐτοῦ κατέστησέν με ἐπιμελητὴν χώματος τοῖς ἰδίοις αὐτοῦ ἐδάφεσι καὶ ἵνα λ…ηι ἠνάγκασέν με ἐκ τοῦ ἰδίου δαπάνην ποιῆσαι, μέχρι ἂν ἀναλάβω ἔτι δὲ κατασταθεὶς γαμβρὸς αὐτοῦ πρεσβύτερος καὶ ὑπηρετήσας τὴν λειτουργίαν καὶ μόσχον θύσας ἐν τοῖς Καισαρείοις ὕστερον μετέστησεν αὐτὸν καὶ ἐμὲ κατέστησεν πρεσβύτερον, πένης ὤν, πλουσιώτερος ὢν ἐκεῖνος. ὅθεν ἀξιῶ σε, τὸν κύριον καὶ εὐεργέτην, ἀκουσθῆναι πρὸς αὐτόν, ἵνʼ ᾦ εὐεργετημένος. διευτύχει. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἁθὺρ ιγ.