Ancient Greek
P.Brem. 49
Documentary Papyri, P.Brem. 49
Not analysed yet
Ἑρμαῖος Αἰλίωι Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. καὶ ἐν τούτωι καὶ ἐν τοῖς ἄλλοις πᾶσι, κύριε, τὴν ἁρμόζουσάν σοι εὔνοιάν μοι καὶ φιλίαν παρέχεις καὶ μικρὸς μὲν ἐγὼ χάριν σοι εἰδέναι, οἱ δὲ θεοὶ σέ ἀμείψονται. τὴν προσφώνησιν, ὡς ἐκέλευσας καὶ ὑπέδειξας, ἔπεμψά σοι καὶ ἦλθον ἄν, κύριε, εἰ μὴ σὺ προλαβὼν καὶ περὶ τοῦ τύπου ἔγραψας, καὶ τῶι θεῶι με ἐχαρίσω, παρʼ ὧι τὸ προσκύνημά σου ποιῶ μετὰ τῶν σῶν πάντων. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. Αἰλίωι Ἀπολλωνίωι γυμνασιάρχωι