Ancient Greek
P.Brem. 50
Documentary Papyri, P.Brem. 50
Not analysed yet
Αἴλιος Φανίας Αἰλίωι Ἀπολλωνίωι τῶι τιμιωτάτωι χαίρειν. ὡς ἠθέλησας, ἔπεμψά σοι διὰ Ἀρείου τὰ ἐπιστόλια, ὧν τὸ ἕτερον ἔσχον ἀπὸ φίλου αὐτοῦ ἀναγκαιοτάτου, αἰτησαμένου τοῦ οἰκήσαντος παρʼ ἐμοὶ φίλου. ἀσπάζεταί σε ἡ μικρά. ταῦτα δέ σοι γράφω αὐτῇ ἡμέρᾳ μέλλων καταπλεῖν εἰς Ἀλεξάνδρειαν. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου. ἔρρωσο. Αἰλίωι Ἀπολλωνίωι ἀπὸ Φανίου