Ancient Greek
P.Brux. col. 1
Documentary Papyri, P.Brux. col. 1 1
Not analysed yet
Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Σαραπίωνος Ἰαράσχιος ἀπὸ Θερήσεως. ἀπογράφομαι κατὰ τὰ προστεταγμένα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Καλουισίου Στατιανοῦ οἰκίας καὶ αὐλῆς καὶ ψιλῶν τόπων μέρος …πρότερον Π…ς …της μητρὸς …ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Μεγίστου, Παῦνι κζ. Σαραπίων Ἰαράσχιος ὁ προγεγραμμένος ἀπογράφομαι ὡς πρόκειται. Ἀρίστων Ἔρωτος τοῦ Ἀποτήους ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.