Ancient Greek
P.Brux. col. 2
Documentary Papyri, P.Brux. col. 1 2
Not analysed yet
ϙθ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Ἁρμάχιος Νεκθερῶτος Θαμούνιος ἀπὸ Θερήσεως. ἀπογράφομαι κατὰ τὰ προστεταγμένα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Καλουεισίου Στατιανοῦ οἰκίας καὶ ψιλῶν τόπων πρότερον τῶν αὐτῶν μέρος ἥμισυ ἐν ᾗ Ἁρμάχις Νεκθερῶτος Θαμούνιος μητρὸς Θερμούθιος Ἁρμάχιος. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ. Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Παῦνι λ. Ἁρμάχις Νεκθερῶτος ὁ προγεγραμμένος ἀπογράφομαι ὡς πρόκειται. Ἀρίστων Ἔρωτος Ἀποτήους ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.