Ancient Greek
P.Brux. col. 14
Documentary Papyri, P.Brux. col. 1 14
Not analysed yet
ργ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Τατιθοήους Πετεφνούθιος ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους Ἁρτύσιος Πετεφνούθιος νυνὶ Τατιθοήους Πετεφνούθιος ἐν ᾗ Τατιθοῆς Πετεφνούθιος μητρὸς Ταερτύσιος Ἁρφβίχιος γυνὴ ἐτῶν ξ, Θερμοῦθις Πνεφερῶτος Πνεφερῶτος ἡ θυγάτηρ ἐτῶν κ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Τατιθοῆς Πετεφνούθιος ἀπογράφομαιὡς πρόκειται. Διδυμᾶς Ψεναμούνιος ἔγράψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. διʼ Ἁρποκ σελίδος μβ.