Ancient Greek
P.Brux. col. 15
Documentary Papyri, P.Brux. col. 1 15
Not analysed yet
ρδ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Θερμουθίου Ταντβεῦτος ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους Πνεφερῶτος Τιθοεννήσιος νυνὶ τῶν τέκνων μου ὧν τὰ ὀνόματα ἑξῆς ὑπόκειται ἐν ᾗ Θερμοῦθις Ταντβεῦτος γυνὴ ἐτῶν μβ, Τιθοεννῆσις Πνεφερῶτος ὁ υἱὸς ἐτῶν ιθ ἄσημος, Ἀρεία Ἱερακίωνος ἀπελευθέρου Πνεφεροντιθοήους Σαίφιος ἐτῶν ιϛ, Θερμοῦθις ἡ θυγάτηρ ἔτους α, Περφῆις Πνεφερῶτος Τιθοήους μητρὸς Θερμούθιος Ταντβεῦτος ἀφῆλιξ ἐτῶν ι ἄσημος, Διονύσιος ὁ ἐξ ἀμφοτέρων υἱὸς ἀφῆλιξ ἐτῶν θ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Θερμοῦθις ἐπιδέδωκα ὡς πρόκειται. Ἡρακλ Ἱερακίωνος ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. διʼ Ἁρποκ σελίδος μβ.