Ancient Greek
P.Brux. col. 18
Documentary Papyri, P.Brux. col. 1 18
Not analysed yet
ρζ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Καλλινίκου καὶ Ὀσαραπόλλωνος καὶ Ἀρεία τῶν γ Ἀπολλωνίου καὶ Ἡρακλᾶτος καὶ Καλλινίκου ἀμφοτέρων Ἀσκληπιάδου τῶν ε ἀπὸ Νικίου. ἀπογραφόμεθα κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἡμῖν ἐν τῇ κώμῃ Θελβόνθον Σίφθα οἰκίαν καὶ ψιλοὺς τόπους καὶ π… τήριον ἅπαντα π… πήχεων σ, τοῦ μὲν Καλλινίκου καὶ Ὀσαραπόλλωνος καὶ Ἀρείας τῶν γ Ἀπολλωνίου τὸ ἐπιβάλλον τῷ πατρὶ μέρος 𐅷,τοῦ δὲ Ἡρακλᾶτος καὶ Καλλινίκου τὸ λοιπὸν μέρος γ, ἐν οἷς οὐδείς ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Καλλίνικος καὶ Ὀσαραπόλλων καὶ Ἀρεία οἱ γ Ἀπολλωνίου Καλλινίκου καὶ Καλλίνικος καὶ Ἡρακλᾶς ἀμφότεροι Ἀσκληπιάδου οἱ πέντε ἀπὸ Νικίου ἐπιδεδώκαμεν ὡς πρόκειται. Καλλίνικος Ἀπολλωνίου ἔγραψα ὑπὲρ αὐτῶν διὰ τὸ μὴ παρεῖναι. διʼ Ἁρποκ σελίδος δβ.