Ancient Greek
P.Brux. col. 17
Documentary Papyri, P.Brux. col. 1 17
Not analysed yet
ρϛ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Ἀμμωνίου Ἀμεννέως ἀπὸ Θελβόνθον Σίφθα. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν τῇ κώμῃ οἰκίαν καὶ ψιλοὺς τόπους Ἀμμωνίου Ἀμεννέως Ἁρνεκτώτου πρότερον τοῦ πατρὸς ἐν ᾗ Ἀμμῶνις Ἀμεννέως Ἁρνεκτώτου μητρὸς Σμίθιος Ἁρνεκτώτου ἐτῶν μζ, Σμῖθις Ἁρνεκτώτου μητρὸς Θερεψόιτος ἡ μήτηρ ἐτῶν ξθ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κϛ. Ἀμμώνιος Ἀμεννέως ἐπιδέδωκα ὡς πρόκειται. Ὧρος Φίβιος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. διʼ Ἁρποκ σελίδος μβ.