Ancient Greek
P.Brux. col. 4
Documentary Papyri, P.Brux. col. 1 4
Not analysed yet
ϙγ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Θρεμμέμφιος Σαραπίωνος μετὰ φροντιστρίας τῆς μητρὸς Σοήριος Περφήιτος. ἀπογράφομαι κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντά μοι ἐν τῇ κώμῃ οἰκίας καὶ ψιλῶν τόπων Σαραπίωνος Πετῶτος τὸ ἐπιβάλλον αὐτῇ μέρος ἐν οἷς Σοῆρις Περφήιτος Φούνσιος μητρὸς Θαψαίπιος Ποτάμωνος ἡ γυνὴ ἐτῶν μζ, Θρεμμέμφις Σαραπίωνος Πετῶτος ἡ θυγάτηρ ἐτῶν ι. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Μεγίστου, Ἐπεὶφ κε. Σοῆρις καὶ Θρεμμέμφις ἐπιδεδώκαμεν ὡς πρόκειται. Ἀμμοῦνις Περφήιτος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδυιῶν γράμματα διʼ Ἁρποκ σελίδος μβ