Ancient Greek
P.Brux. col. 3
Documentary Papyri, P.Brux. col. 1 3
Not analysed yet
ϙβ Ἀπίωνι βασιλικῷ γραμματεῖ Προσωπείτου παρὰ Θεροθβήχιος καὶ Θεροβάσθιος ἀμφοτέρων Πετεήσιος τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος ἀπὸ Θελβόνθον. ἀπογραφόμεθα κατὰ τὰ ὑπὸ Καλουεισίου Στατιανοῦ τοῦ λαμπροτάτου ἡγεμόνος προστεταγμένα εἰς τὴν ἐπʼ ἀγαθοῖς γεινομένην κατʼ οἰκίαν ἀπογραφὴν τὰ ὑπάρχοντα ἡμῖν ἐν τῇ κώμῃ Θελβόνθον Σίφθα οἰκίαν καὶ ψιλοὺς τόπους Πετεήσιος τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος μητρὸς Τααρτύσιος Πνεφερῶτος καὶ ἀπὸ τῆς ἐχομένης οἰκίας ψιλοὺς τόπους πρότερον Θομπαῦτος Πνεφερο Φαλοῦτος ἐν ᾗ Ἀθᾶς Πετεήσιος τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος μητρὸς Τααρτύσιος Πνεφερῶτος ἐτῶν νϛ παραμονῆς, Θεροθβῆχις ἡ ἀδελφὴ τῶν αὐτῶν γονέων ἐτῶν μδ, Θεροβάσθις ἄλλη ἀδελφὴ τῶν αὐτῶν γονέων ἐτῶν μη, Ἄρειος μητρὸς Θερμουθίου δοῦλος ἐτῶν κη ἄσημος, Παθερμοῦθις μητρὸς Θαυβαροῦτος δοῦλος τῶν αὐτῶν ἐτῶν ιη, καὶ οἰκίαν καὶ ψιλὸν τόπον Πνεφερῶτος Τιθοήους καὶ Πετεήσιος τοῦ καὶ Ἀθᾶτος Ἡφαιστίωνος νυνὶ ὄντα ψιλὸν τόπον καὶ ἀπὸ βορρᾶ τούτου ἄλλον ψιλὸν τόπον πήχεων ψ. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανιακοῦ Μεγίστου, Ἐπεὶφ κε. Θεροθβῆχις καὶ Θεροβάσθις αἱ προγεγραμμέναι ἐπιδεδώκαμενὡς πρόκειται. Πετῶς Πετσῖριος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδυιῶν γράμματα. διʼ Ἁρποκ σελίδος μβ