Ancient Greek
P.Cair. Cat. 10226 descr.
Documentary Papyri, P.Cair. Cat. 1
Not analysed yet
…φ… ἔτους …Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …ἐπὶ τῶν κατὰ …ἐντυχόντος κατὰ Σαραπίωνος Φ… …ν Εὐτυχίαν. ἐπρίατο παρὰ Σαραπίωνος Τ… ως ἀργυρίου δραχμῶν χιλίων ἑκατὸν ἑξήκοντα. ἡ δὲ ὀλίγον χρόνον παρ' αὐ τῷ μείνασα ἀπέδρα τάς τε ἀσφαλείας τὰς τῆς πράσεως ἑαυτῆς ἁρπάσασα καὶ πολλὰ τῶν τούτου. ἀξιοῖ οὖν κατὰ τὰ ἐπὶ τῶν τοιούτων κεκριμένα ὑπό τε Καλπουρνιανοῦ καὶ Μαξιμιανοῦ καὶ Νεοκύδους, δικαιοδοτησάντων, Σαραπίωνα ἀποδοῦναι αὐτῷ τὴν τιμὴν καὶ ὅσα ἂν ἀφαρπάσῃ. Λυκαρίωνος ῥήτορος ἀναγνόντος κρίσεις τινὰς Καλπουρνιανοῦ καὶ Μαξιμιανοῦ καὶ Νεοκύδους Καλλίνεικος ῥήτωρ ὑπὲρ Σαραπίωνος εἶπεν· ἀναγνώσομαι ἐπιστολὴν μίαν ἡγεμόνος Ὁνοράτου οὐ πρὸ πολλοῦ χρόνου γραφεῖσαν ἐν ᾗ καὶ ἐπὶ ταύταις ταῖς ἀνεγνωσμέναις κρίσεσιν διαγορεύει …ἐν ἀνομοίᾳ ὑποθέσει. ἤκουσας τοὺς ἁπλῷ χρήματι πωλοῦντας δοῦλον …ἀνευθύνους εἶναι, ἐπειδάν τις αὐτοῖς τοιοῦτο ἔγκλημα ἐπενέγκῃ οἷον οὗτος· ἐὰν γὰρ μηδὲν ἐπερώτημα ᾖ ἐγγεγραμμένον ἀνεύθυνον εἶναι τὸν πράτην τῇ ἀποδόσει τῆς τιμῆς. ἐὰν ἁπλοῦν χρῆμα ᾖ ἐγγεγραμμένον …ο μόνον πρᾶσις ἦν ἁπλῆ, ἀνεύθυνος δὲ …ὁ ὑπ’ ἐμοῦ συνηγορούμενος οὐδὲν γὰρ επ… …ἁπλῆς πράσεως …τ… …εἶπεν· τί πρὸς ταῦτα ἀποκρίνῃ; ……αι καὶ μηδε ……η τοῖς ονη… …βοηθῆσαι καὶ ……ν καν…