Ancient Greek
P.Cair. Cat. 10474 descr.
Documentary Papyri, P.Cair. Cat. 2
Not analysed yet
ὑπατείας Μαμερτίνου καὶ Εἰουίτταν τῶν λαμπροτάτων Αὐρηλίοις Νίλῳ Γενναδίου καὶ Θεοδώρῳ Κωμασίου ῥιπαρίοις νομοῦ Ἑρμοπολίτου παρα Αὐρηλίου Σερήνου Πινουτίωνος ἀπὸ κώμης Ἐνσεὺ τοῦ αὐτοῦ Ἑρμοπολίτου. πρὸ ἓξ τούτων ἐνιαυτῶν ἔγημα γυναῖκα Ταμοῦνιν τὸ ὄνομα ἐκ πατρὸς Δημητρίου καὶ τὰ ἐξ ἔθους διδόμενα ἕδνα ἐξέδωκα τῇ αὐτῇ γυναικὶ καὶ τοὺς νόμους τῶν γάμων ἐξετέλεσα κατὰ τὸ σύνηθες τῶν γάμων, καὶ τρία ἔτη ἐποίησα συμβιῶν αὐτῇ. ἡ δὲ μήτηρ τῆς ἐγγεγραμμένης συνέπῃξέν με ὡς τῆς γυναικός μου πεῖραν λαβούσης δαίμονος. ἐμοῦ οὖν ἀποδημήσαντος εἰς τὸ ἴδιον ἔργον, ὅπως εὑρῶ ἐξυπηρετῆσαι τὸν βίον, ἑτέρῳ ἀνδρὶ ἐξέδωκεν τὴν αὐτὴν σύμβιον ὀνόματι Πεεῦτι ἀπὸ κώμης Ἀχιλλέως τοῦ αὐτοῦ Ἑρμοπολίτου. ἐμοῦ οὖν ἀπηλλαχότος κατὰ τὸ σύνηθες …οἰκία …η…ρησαμεν …