Ancient Greek
P.Cair. Cat. 10491 descr.
Documentary Papyri, P.Cair. Cat. 15
Not analysed yet
…ῥιπαρίοις ἤτοι χωματεπείκταις τοῦ Ἑρμοπολίτου παρὰ Αὐρηλίου Τοθῆτος Ἀνουβίωνος κωμάρχου ἐποικίου Πάλλαντος τοῦ αὐτοῦ Ἑρμοπολίτου ἑξῆς ὑπογράφοντος. ὁμολογῶ ὀμνὺς τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ τὰ πάντα νικῶντος δεσπότου ἡμῶν βασιλέως αἰωνίου Αὐγούστου ἐγγεγυῆσθαι μονῆς καὶ ἐμφανείας Αὐρήλιον Πανκολαύχιν Πόλλωνος φρουρᾷ τῆς ὑμετέρας τάξεως παραμενεῖν ἀποπληροῦντα τὴν χώραν καὶ λύσεως τῶν ὑδάτων τῆς φρουρότητος ἄχρι λήξεως τῆς ὑδροφυλακίας. ἐὰν δὲ ἀφυστερήσῃ ἢ λειποτακτήσῃ, ἐγὼ αὐτὸς τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστήσομαι, ἢ ἔνοχος εἴην τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης, Μεσορὴ κζ. Αὐρήλιος Τοθῆς ἐγγυῶμαι ὡς πρόκειται.