Ancient Greek
P.Cair. Cat. 10688 descr.
Documentary Papyri, P.Cair. Cat. 16
Not analysed yet
……ἑκουσίως καὶ αὐθαιρέτως ἐγγεγυῆσθαι Αὐρήλιον Ἑρμαῖον τὸν καὶ …βουλευτὴν τῆς αὐτῆς πόλεως αἱρεθέντα εἰς τὴν ἐπιμέλειαν καὶ ἀνακομιδὴν κρέως ὃν καὶ παραστήσομεν ἀμέμπτως ἀποπληροῦντα τὴν ἐγχειρισθεῖσαν αὐτῷ ἐπιμέλειαν καὶ τῆς τοῦ κρέως παραδόσεως ἐποίσειν τὰ συνήθη ἄποχα γράμματα. ἐὰν δὲ λειποτακτήσῃ καὶ μὴ παραστήσωμεν, ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστησόμεθα, ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας τῆς προκειμένης, Φαρμοῦθι θ. Αὐρήλιος Ἀρτεμίδωρος Σαραπίωνος ἐγγυῶμαι ὡς πρόκειται. Αὐρήλιος Ὀλύμπιος Ἑρμοῦ προσεγγυῶμαι αὐτῷ ὡς πρόκειται