Ancient Greek
P.Cair. Cat. 10545 descr.
Documentary Papyri, P.Cair. Cat. 19
Not analysed yet
Αὐρηλίῳ Ἀσκληπιάδῃ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμουπολίτου παρὰ Αὐρηλίων Κορνηλίου Κάστορος καὶ Ποιμένος Ψονσναῦτος καὶ Πόλυος Καρᾶτος καὶ Σιλβανοῦ Πεχώνσιος καὶ πάντων σιτολόγων ιγ ἰνδικτίωνος καὶ Ὥρου Ἀμμωνιανοῦ ἐφόρου καὶ Ὥρου Κάστορος καὶ Κορνηλίου Παήσιος κωμάρχων τῶν πάντων ἀπὸ κώμης Πρήκτεως τοῦ αὐτοῦ νομοῦ χαίρειν. ἀναδίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους σιτολόγους τῆς ἡμετέρας κώμης ὄντας εὐπόρους καὶ ἐπιτηδείους δυναμένους ἐκτελέσαι τὴν ἐγχειρισθεῖσαν αὐτοῖς λειτουργίαν …