Ancient Greek
P.Cair. Cat. 10469 descr.
Documentary Papyri, P.Cair. Cat. 18
Not analysed yet
Αὐρηλίῳ Ἀσκληπίαδῃ πραιποσίτῳ ιε πάγου νομοῦ Ἑρμοπολίτου παρὰ Αὐρηλίων Κορνηλίου Κάστορος καὶ Ποιμένος Ψονσναῦτος καὶ Πόλυος Καρᾶτος καὶ Σιλβανοῦ Πεχώνσιος τῶν πάντων σιτολόγων ιγ ἰνδικτίωνος καὶ Ὥρου Ἀμμωνιανοῦ ἐφόρου καὶ Ὥρου Κάστορος καὶ Κορνηλίου Παήσιος κωμάρχων τῶν πάντων ἀπὸ κώμης Πρήκτεως τοῦ αὐτοῦ νομοῦ χαίρειν. ἀναδίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐγγεγραμμένους σιτολόγους τῆς ἡμετέρας κώμης ὄντας εὐπόρους καὶ ἐπιτηδείους δυναμένους ἐκτελέσαι τὴν ἐγχειρισθεῖσαν αὐτοῖς λειτουργίαν ὑγιῶς καὶ πιστῶς καὶ ἀμέμπτως κινδύνῳ ἡμῶν καὶ πάντων τῶν ἀπὸ τῆς ἡμετέρας κώμης. ἔστι δέ· σιτολόγοι κανόνος καὶ πατριμωνίου ιδ ἰνδικτίωνος Σιλβανὸς Ἀπόλλωνος …καὶ Πεκῦσις ……ε… …ρ…