Ancient Greek
P.Cair. Cat. 10471 descr.
Documentary Papyri, P.Cair. Cat. 38
Not analysed yet
……ἐπι… ποιήσασθαι …ωνος ἐθέμην …ὁμοίως τὴν …λαμβάνοντες ε… καρπῶν καὶ λαχάνων …τῶν δὲ φασήλων καὶ κυάμων καὶ φακοῦ ὁμοίως ἑκάστης ἀρούρης μιᾶς ἀρτάβην ἥμισυ τρίτον, εἰ δὲ εὑρεθείησαν ἄλλοι παρέχοντες ἐν τοῖς αὐτοῖς τόποις πλεῖον τοῦ ἥμισυ τρίτου ἀρτάβης, ληψόμεθα καθʼ ὁμοιότητα αὐτῶν, λαμβάνομεν δὲ ἕκαστος ἡμερουσίως ἁμιτύρια δύο. ἡ ὁμολογία κυρία, ἣν καὶ ἐξεδόμην πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. μετὰ τὴν ὑπατείαν τὴν προκειμένην. Ἁτρητος Ἰακώβου μέντοι ἀναδεχομένου τὸν μισθὸν ἡμῶν ὡς πρόκειται. Μεχεὶρ ια. ὁ προκείμενος ἐθέμην τὴν ὁμολογίαν ὡς πρόκειται καὶ τὴν κολοβοφυοῦς χόρτου περὶ τὸ ὄρκανα ἐπὶ τοῦ ἡμᾶς ποιήσασθαι προῖκα. Αὐρήλιος Βῆκις Βίωνος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.