Ancient Greek
P.Cair. Cat. 10496 descr.
Documentary Papyri, P.Cair. Cat. 41
Not analysed yet
……πρι… καταγείου …ηγείου ἀθανάτου …ἀρούρας …καὶ …ἀρούρας δύο καὶ απὸ τῶν ἀρουρῶν …τὸ δίμοιρον καὶ α…ου ερ …ἢ ὅσου ἐστὶν ἀρούρηδου ……πρὸς τούτοις μέρος ἥμισυ τοῦ πωμαρίου …τὸ μέρος τῶν καρπῶν ……χορηγούντων ἡμῶν τὴν πα… ἐν τῷ καιρῷ τῆς τρυγῆς καὶ χοιροδελφάκιον καὶ ταῖς ἐνιαυσίαις ἑορταῖς τὴν ἐξ ἔθους συνήθειαν παρέξομαι καὶ ὑπὲρ λόγου φόρου τοῦ πωμαρίου ἀργυρίου Σεβαστῶν νομίσματος τάλαντα …τὸν φόρον τούτου τοῦ πωμαρίου ἀποπληρῶν ἐν δυσὶ ἀριθμήσεσι κατὰ τὰ ἔθη, παρέξομαι δὲ …τῆς σιτικῆς γῆς φόρου ἀποτάκτου ἀρτάβας …καὶ φόρου τῆς νομῆς ἀργυρίου τάλαντα τέσσαρα …,τὸν δὲ πυρὸν ἄδωλον ἄβωλον κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ καθεσταμένον εἰς Ἑρμοῦ πόλιν παρʼ ὑμᾶς, ἐνοίκιον μὴ ἐπὶ τελών …καὶ τὴν χορτοθήκην ἐπαύλεως διὰ τὸ οὕτως συνεστᾶσθαι πρὸς ἀλλήλους …τῶν δημοσίων πάντων ὄντων πρὸς τὴν μεμισθωκυῖαν, τοῦτʼ ἔστιν, σέ τὴν γεοῦχον. ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ὑπατείας τῆς προκειμένης. Αὐρήλιος Εσ… Ὥρου ὁ προκείμενος μεμίσθωμαι. Αὐρήλιος …αρ… ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …