Ancient Greek
P.Cair. Cat. 10003 descr.
Documentary Papyri, P.Cair. Cat. 43
Not analysed yet
βυβλίον ἔγδοτον δραχμῶν δ τετρωβόλου ἔτους πέμπτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ …θ ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀντιφάνης Ἡρακλᾶτος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Τρύφωνι Διονυσίου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως ἐν ἀγυιᾶι ἀπέχειν παρʼ αὐτοῦ ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος δραχμὰς ἑκατὸν ἑξήκοντα κεφαλαίου ἃς ἐδάνεισεν αὐτῷ κατὰ συγγραφὴν τὴν τελειωθεῖσαν διὰ τοῦ ἐν Ὀξυρύγχων πόλει μνημονείου ἐν διεληλυθότι μηνὶ Παῦνι τοῦ ἐνεστῶτος πέμπτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ μηδὲ ἐπελθεῖν μηδʼ ἐγκαλεῖν μηδʼ ἐπελεύσασθαι τὸν Ἀντιφάνην μηδʼ ἄλλον ὑπὲρ αὐτοῦ τῷ Τρύφωνι μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδένος ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς τοῦ τὴν ἐσομένην ἔφοδον ἄκυρον εἶναι ἔτι καὶ ἐκτίνειν Ἀντιφάνην ἢ τὸν ὑπὲρ αὐτοῦ ἐπελευσόμενον τῷ Τρύφωνι ἢ τοῖς παρʼ αὐτοῦ καθʼ ἑκάστην ἔφοδον τό τε βλάβος καὶ ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατόν καὶ εἰς τὸ δημόσιον τὰς ἴσας καὶ μηθὲν ἧσσον μὴ ἐλαττουμένου τοῦ Τρύφωνος ἐν τῇ ἐξακολουθούσῃ τῷ Ἀντιφάνει βεβαιώσει ἥν ἠγόρασεν παρʼ αὐτοῦ οἰκίας ἀκολούθως τῇ εἰς αὐτὸν γεγονυίᾳ καταγραφῇ. κυρία ἡ συγγραφή.