Ancient Greek
P.Cair. Cat. 10497 descr.
Documentary Papyri, P.Cair. Cat. 42
Not analysed yet
ὁμολογῶ …ς ἀπὸ τῆς λαμπροτάτης Ἀλεξανδρείας καταμένων ἐν Ἑρμουπόλει, Ἀρμενίῃ τῇ θυγατρί μου ἐκ μητρὸς Νίκης ἀπελευθέρας μου, ὁμοίως Ἰσιδώρῳ τροφίμῳ ἀδελφῷ αὐτῆς ἀναφαιρέτως καὶ ἀμετανοήτως συγκεχωρηκέναι ἐξ ἴσου καὶ ἀδιαιρέτου μετʼ ἐμὴν τελευτὴν τὸ ὑπάρχον μοι ἐν τῇ αὐτῇ Ἑρμοῦ πόλει τέταρτον μέρος ὁλοκλήρου οἰκίας σὺν χρηστηρίοις καὶ ἀνήκουσι πᾶσι εἶναι τῆς θυγατρός ὁμοιῶς Ἰσιδώρου τροφίμου ἀδελφοῦ Ἀρμενίης καὶ τῶν ἐκγόνων καὶ τῶν παρʼ αὐτῆς, κρατεῖν οὖν καὶ κυριεύειν τὴν προειρημένην Ἀρμενίην τοῦ τετάρτου μέρους μετʼ ἐμὴν τελευτὴν σὺν τοῖς παρʼ αὐτῆς μεταπαραλημψομένοις καὶ διοικεῖν ὡς ἂν αἱρῶνται, ὁμοίως μετʼ ἐμὴν τελευτὴν οὐδένι αὐτῶν ἐξεῖναι οὐδὲν κτᾶσθαι ἀπὸ σου ὧν σοὶ συνεχώρησα ου δὲ …οισειν α…υ…συν…π… …ν…