Ancient Greek
P.Cair. Goodspeed 6
Documentary Papyri, P.Cair. Goodspeed 6
Not analysed yet
ἔτους μα Παῦνι θ ὁμολογία ἔτους μα Παῦνι θ ἐν Κροκοδίλων πόλει τοῦ Παθυρίτου ἐπʼ Ἀνικήτου ἀγορανόμου. ὁμολογία ἣν ἑκὼν καὶ συνχωρήσας ἔθετο Ὧρος Ἰμούθου Πέρσης τῶν Βοήθου ὡς ἐτῶν πε… μέσος μελίχρως ὦτα …καὶ ἀφεστηκότα καθʼ ἣν ὁμολογεῖ παρακεχωρηκέναι Πετοσίρει Ὥρου τῶι ἑαυτοῦ υἱῶι μέσωι μελίχρωτι τετανῶι μακροπροσώπωι εὐθύρινι οὐλὴ καρπῶι δεξιῶι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι ἐν τῶι ἀπὸ νότου πεδίωι Κροκοδίλων πόλεως ἀπὸ ἀρουρῶν ιϛ ἢ ὅσου ἐὰν ἦι τὸ τέταρτον μέρος ὅ ἐστιν ἄρουραι δ, γείτονες ὅλης τῆς γῆς νότου γῆ Ἐριενούφιος τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν· βορρᾶ γῆ…