Ancient Greek
P.Cair. Goodspeed 7
Documentary Papyri, P.Cair. Goodspeed 7
Not analysed yet
βασιλευόντων Πτολεμαίου καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετῶν ἔτους νβ παρὰ Κολλούθου τοῦ σιτολογοῦντός τινας τόπους τῆς Ἡρακλείδου μερίδος μηνιαῖος τοῦ λοιπογραφουμένου σίτου εἰς Μεσορὴ καὶ τοῦ προσεισδεδεγμένου καὶ ἀνηλωμένου ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους λοιπογραφοῦνται πυροῦ ἀρτάβαι …β …κριθῆς Βω …καὶ προσεισδέδεκται εἰς τὴν μίσθωσιν πυροῦ ἀρτάβας υ. παρʼ Ἀσκληπιάδου βασιλικοῦ γραμματέως τῶν Θεμίστου καὶ Πολέμωνος μερίδων τοῦ Ἀρσινοείτου πρὸς τοὺς χειρισμοὺς τῶν μέχρι τοῦ ν ἔτους σιτολόγων λοιπογραφοῦνται εἰς Φαμενὼθ τοῦ νβ ἔτους ……τοὺς προχειρισθέντας ὑπὸ …τοῦ συγγενοῦς καὶ στρατηγοῦ …