Ancient Greek
P.Cair. Isid. 111
Documentary Papyri, P.Cair. Isid. 111
Not analysed yet
Αὐρήλιοι …Ἰσίδωρο… Πασιγεν… Αὐρηλίῳ Ἰσιδώρῳ γεωργῷ χαίρειν. ἀπέσχαμεν παρὰ σοῦ τὸ ἐκφόριον ὧν ἐγεώργησας ἡμῶν ἀρουρῶν περὶ κώμην ὁριοδεικτίαν Καρανίδος ἐπὶ τῆς ἕκτης σφραγῖδος ὑπὲρ μὲν ι ἔτους καὶ θ ἔτους καὶ β ἔτους πλήρης, οὐκ ἐνκαλέσομέν σοι δὲ οὐδὲ οἱ παρʼ ἡμῶν περὶ τοῦ θ ἔτους καὶ η ἔτους καὶ α ἔτους διὰ τὸ τὸν προκτήτορα παρειληφέναι παρὰ σοῦ τὸ ἐκφόριον πλήρης, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Κάσιος ἔγραψα τὰ ὅλα. ἔτους ιε καὶ ιδ καὶ ζ τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων, Χοιὰκ α.