Ancient Greek
P.Cair. Isid. 112
Documentary Papyri, P.Cair. Isid. 112
Not analysed yet
ὑπατείας τῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων τὸ γ. Αὐρηλία Σερηνίλλα Πτολεμαίου Ἀντινοὶς καὶ ὡς χρηματίζει χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ Αὐρηλίῳ Ἰσιδώρῳ Πτολεμαίου ἀπὸ κώμης Καρανίδος γεωργῷ χαίρειν. ἀπέσχον παρὰ σοῦ τὸ ἐκφόριον ὧν γεωργεῖς μου ἀρουρῶν περὶ κώμην ὁριοδεικτίαν Καρανίδος ὑπὲρ γενήματος ιε ἔτους καὶ ιδ ἔτους καὶ ζ ἔτους καὶ αϛ ἔτους καὶ ιε ἔτους καὶ η ἔτους πυροῦ ἀρτάβας ἕνδεκα ,καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Αὐρηλία Σερηνίλλα χρηματίζουσα Ἀντινοὶς σεσημείωμαι. ἔτους ιϛ καὶ αε καὶ η τῶν κυρίων ἡμῶν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ Κωνσταντίου καὶ Μαξιμιανοῦ τῶν ἐπιφανεστάτων Καισάρων …